Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.52 Joseph. AJ 9.56 (English) >>Joseph. AJ 9.60

9.55 δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας. 9.56Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφʼ ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον· τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ. 9.57καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δʼ ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.52 Joseph. AJ 9.56 (English) >>Joseph. AJ 9.60

Powered by PhiloLogic